1ἀναβλέψας δὲ, εἶδεν τοὺς βάλλοντας εἰς τὸ γαζοφυλάκιον τὰ δῶρα αὐτῶν πλουσίους.
2εἶδεν δέ τινα χήραν πενιχρὰν, βάλλουσαν ἐκεῖ λεπτὰ δύο.
3καὶ εἶπεν, ἀληθῶς λέγω ὑμῖν, ὅτι ἡ χήρα αὕτη ἡ πτωχὴ, πλεῖον πάντων ἔβαλεν;
4πάντες γὰρ οὗτοι ἐκ τοῦ περισσεύοντος αὐτοῖς ἔβαλον εἰς τὰ δῶρα, αὕτη δὲ ἐκ τοῦ ὑστερήματος αὐτῆς, πάντα τὸν βίον ὃν εἶχεν ἔβαλεν.
5καί τινων λεγόντων περὶ τοῦ ἱεροῦ, ὅτι λίθοις καλοῖς καὶ ἀναθέμασιν κεκόσμηται, εἶπεν,
6ταῦτα ἃ θεωρεῖτε, ἐλεύσονται ἡμέραι ἐν αἷς οὐκ ἀφεθήσεται λίθος ἐπὶ λίθῳ, ὃς οὐ καταλυθήσεται.
7ἐπηρώτησαν δὲ αὐτὸν λέγοντες, Διδάσκαλε, πότε οὖν ταῦτα ἔσται, καὶ τί τὸ σημεῖον ὅταν μέλλῃ ταῦτα γίνεσθαι?
8ὁ δὲ εἶπεν, βλέπετε μὴ πλανηθῆτε; πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου λέγοντες, ἐγώ εἰμι, καί, ὁ καιρὸς ἤγγικεν. μὴ πορευθῆτε ὀπίσω αὐτῶν.
9ὅταν δὲ ἀκούσητε πολέμους καὶ ἀκαταστασίας, μὴ πτοηθῆτε; δεῖ γὰρ ταῦτα γενέσθαι πρῶτον, ἀλλ’ οὐκ εὐθέως τὸ τέλος.
10τότε ἔλεγεν αὐτοῖς, ἐγερθήσεται ἔθνος ἐπ’ ἔθνος, καὶ βασιλεία ἐπὶ βασιλείαν;
11σεισμοί τε μεγάλοι, καὶ κατὰ τόπους, λιμοὶ καὶ λοιμοὶ ἔσονται; φόβηθρά τε καὶ σημεῖα ἀπ’ οὐρανοῦ μεγάλα ἔσται.
12πρὸ δὲ τούτων πάντων, ἐπιβαλοῦσιν ἐφ’ ὑμᾶς τὰς χεῖρας αὐτῶν, καὶ διώξουσιν, παραδιδόντες εἰς τὰς συναγωγὰς καὶ φυλακάς, ἀπαγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας, ἕνεκεν τοῦ ὀνόματός μου.
13ἀποβήσεται ὑμῖν εἰς μαρτύριον.
14θέτε οὖν ἐν ταῖς καρδίαις ὑμῶν, μὴ προμελετᾶν ἀπολογηθῆναι;
15ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν, ᾗ οὐ δυνήσονται ἀντιστῆναι ἢ ἀντειπεῖν, πάντες οἱ ἀντικείμενοι ὑμῖν.
16παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων, καὶ ἀδελφῶν, καὶ συγγενῶν, καὶ φίλων; καὶ θανατώσουσιν ἐξ ὑμῶν.
17καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου.
18καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν, οὐ μὴ ἀπόληται.
19ἐν τῇ ὑπομονῇ ὑμῶν, κτήσασθε τὰς ψυχὰς ὑμῶν.
20ὅταν δὲ ἴδητε κυκλουμένην ὑπὸ στρατοπέδων Ἰερουσαλήμ, τότε γνῶτε ὅτι ἤγγικεν ἡ ἐρήμωσις αὐτῆς.
21τότε οἱ ἐν τῇ Ἰουδαίᾳ, φευγέτωσαν εἰς τὰ ὄρη; καὶ οἱ ἐν μέσῳ αὐτῆς, ἐκχωρείτωσαν; καὶ οἱ ἐν ταῖς χώραις, μὴ εἰσερχέσθωσαν εἰς αὐτήν;
22ὅτι ἡμέραι ἐκδικήσεως αὗταί εἰσιν τοῦ πλησθῆναι πάντα τὰ γεγραμμένα.
23οὐαὶ δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις; ἔσται γὰρ ἀνάγκη μεγάλη ἐπὶ τῆς γῆς, καὶ ὀργὴ τῷ λαῷ τούτῳ.
24καὶ πεσοῦνται στόματι μαχαίρης, καὶ αἰχμαλωτισθήσονται εἰς τὰ ἔθνη πάντα; καὶ Ἰερουσαλὴμ ἔσται πατουμένη ὑπὸ ἐθνῶν, ἄχρι οὗ πληρωθῶσιν καιροὶ ἐθνῶν.
25καὶ ἔσονται σημεῖα ἐν ἡλίῳ, καὶ σελήνῃ, καὶ ἄστροις; καὶ ἐπὶ τῆς γῆς συνοχὴ ἐθνῶν, ἐν ἀπορίᾳ ἤχους θαλάσσης καὶ σάλου,
26ἀποψυχόντων ἀνθρώπων ἀπὸ φόβου καὶ προσδοκίας τῶν ἐπερχομένων τῇ οἰκουμένῃ; αἱ γὰρ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται.
27καὶ τότε ὄψονται τὸν Υἱὸν τοῦ Ἀνθρώπου, ἐρχόμενον ἐν νεφέλῃ μετὰ δυνάμεως καὶ δόξης πολλῆς.
28ἀρχομένων δὲ τούτων γίνεσθαι, ἀνακύψατε καὶ ἐπάρατε τὰς κεφαλὰς ὑμῶν, διότι ἐγγίζει ἡ ἀπολύτρωσις ὑμῶν.
29καὶ εἶπεν παραβολὴν αὐτοῖς: ἴδετε τὴν συκῆν καὶ πάντα τὰ δένδρα;
30ὅταν προβάλωσιν ἤδη, βλέποντες ἀφ’ ἑαυτῶν, γινώσκετε ὅτι ἤδη ἐγγὺς τὸ θέρος ἐστίν.
31οὕτως καὶ ὑμεῖς, ὅταν ἴδητε ταῦτα γινόμενα, γινώσκετε ὅτι ἐγγύς ἐστιν ἡ Βασιλεία τοῦ Θεοῦ.
32ἀμὴν, λέγω ὑμῖν, ὅτι οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη, ἕως ἂν πάντα γένηται.
33ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ παρελεύσονται.
34προσέχετε δὲ ἑαυτοῖς, μήποτε βαρηθῶσιν ὑμῶν αἱ καρδίαι ἐν κρεπάλῃ, καὶ μέθῃ, καὶ μερίμναις βιωτικαῖς; καὶ ἐπιστῇ ἐφ’ ὑμᾶς αἰφνίδιος ἡ ἡμέρα ἐκείνη
35ὡς παγίς; ἐπεισελεύσεται γὰρ ἐπὶ πάντας τοὺς καθημένους ἐπὶ πρόσωπον πάσης τῆς γῆς.
36ἀγρυπνεῖτε δὲ ἐν παντὶ καιρῷ, δεόμενοι ἵνα κατισχύσητε ἐκφυγεῖν ταῦτα πάντα τὰ μέλλοντα γίνεσθαι, καὶ σταθῆναι ἔμπροσθεν τοῦ Υἱοῦ τοῦ Ἀνθρώπου.
An open-licensed, lexically tagged, morphologically parsed critical Greek New Testament with full apparatus. It enables the global Church to have access to the original texts of the New Testament.