Brand Logo
  • 圣经
  • 资源
  • 计划
  • 联系我们
  • APP下载
  • 圣经
  • 搜索
  • 原文研究
  • 逐节对照
我的
跟随系统浅色深色简体中文香港繁體台灣繁體English
奉献
书卷章

旧约

    新约

    • MatMatthew
    • MakMark
    • LukLuke
    • JhnJohn
    • ActActs
    • RomRomans
    • 1Co1 Corinthians
    • 2Co2 Corinthians
    • GalGalatians
    • EphEphesians
    • PhlPhilippians
    • ColColossians
    • 1Ts1 Thessalonians
    • 2Ts2 Thessalonians
    • 1Ti1 Timothy
    • 2Ti2 Timothy
    • TitTitus
    • MonPhilemon
    • HebHebrews
    • JasJames
    • 1Pe1 Peter
    • 2Pe2 Peter
    • 1Jn1 John
    • 2Jn2 John
    • 3Jn3 John
    • JudJude
    • RevRevelation
    • 1
    • 2
    • 3
    • 4
    • 5
    • 6
    • 7
    • 8
    • 9
    • 10
    • 11
    • 12
    • 13
    • 14
    • 15
    • 16

    圣经版本

      播放版本对照
      设置
      显示节号
      显示标题
      显示脚注
      逐节分段
      1κἀγώ, ἀδελφοί, οὐκ ἠδυνήθην λαλῆσαι ὑμῖν ὡς πνευματικοῖς, ἀλλ’ ὡς σαρκίνοις, ὡς νηπίοις ἐν Χριστῷ.
      2γάλα ὑμᾶς ἐπότισα, οὐ βρῶμα; οὔπω γὰρ ἐδύνασθε. ἀλλ’ οὐδὲ νῦν δύνασθε;
      3ἔτι γὰρ σαρκικοί ἐστε. ὅπου γὰρ ἐν ὑμῖν ζῆλος καὶ ἔρις, οὐχὶ σαρκικοί ἐστε καὶ κατὰ ἄνθρωπον περιπατεῖτε?
      4ὅταν γὰρ λέγῃ τις, ἐγὼ μέν εἰμι Παύλου, ἕτερος δέ, ἐγὼ Ἀπολλῶ, οὐκ ἄνθρωποί ἐστε?
      5τί οὖν ἐστιν Ἀπολλῶς? τί δέ ἐστιν Παῦλος? διάκονοι δι’ ὧν ἐπιστεύσατε, καὶ ἑκάστῳ ὡς ὁ Κύριος ἔδωκεν.
      6ἐγὼ ἐφύτευσα, Ἀπολλῶς ἐπότισεν, ἀλλὰ ὁ Θεὸς ηὔξανεν.
      7ὥστε οὔτε ὁ φυτεύων ἐστίν τι, οὔτε ὁ ποτίζων, ἀλλ’ ὁ αὐξάνων, Θεός.
      8ὁ φυτεύων δὲ, καὶ ὁ ποτίζων, ἕν εἰσιν; ἕκαστος δὲ τὸν ἴδιον μισθὸν λήμψεται, κατὰ τὸν ἴδιον κόπον.
      9Θεοῦ γάρ ἐσμεν συνεργοί; Θεοῦ γεώργιον, Θεοῦ οἰκοδομή ἐστε.
      10κατὰ τὴν χάριν τοῦ Θεοῦ τὴν δοθεῖσάν μοι, ὡς σοφὸς ἀρχιτέκτων θεμέλιον ἔθηκα, ἄλλος δὲ ἐποικοδομεῖ. ἕκαστος δὲ βλεπέτω, πῶς ἐποικοδομεῖ.
      11θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι, παρὰ τὸν κείμενον, ὅς ἐστιν Ἰησοῦς Χριστός.
      12εἰ δέ τις ἐποικοδομεῖ ἐπὶ τὸν θεμέλιον χρυσόν, ἄργυρον, λίθους τιμίους, ξύλα, χόρτον, καλάμην,
      13ἑκάστου τὸ ἔργον φανερὸν γενήσεται; ἡ γὰρ ἡμέρα δηλώσει, ὅτι ἐν πυρὶ ἀποκαλύπτεται; καὶ ἑκάστου τὸ ἔργον, ὁποῖόν ἐστιν, τὸ πῦρ αὐτὸ δοκιμάσει.
      14εἴ τινος τὸ ἔργον μενεῖ, ὃ ἐποικοδόμησεν, μισθὸν λήμψεται.
      15εἴ τινος τὸ ἔργον κατακαήσεται, ζημιωθήσεται; αὐτὸς δὲ σωθήσεται, οὕτως δὲ ὡς διὰ πυρός.
      16οὐκ οἴδατε ὅτι ναὸς Θεοῦ ἐστε, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν ὑμῖν?
      17εἴ τις τὸν ναὸν τοῦ Θεοῦ φθείρει, φθερεῖ τοῦτον ὁ Θεός; ὁ γὰρ ναὸς τοῦ Θεοῦ ἅγιός ἐστιν, οἵτινές ἐστε ὑμεῖς.
      18μηδεὶς ἑαυτὸν ἐξαπατάτω; εἴ τις δοκεῖ σοφὸς εἶναι ἐν ὑμῖν ἐν τῷ αἰῶνι τούτῳ, μωρὸς γενέσθω, ἵνα γένηται σοφός.
      19ἡ γὰρ σοφία τοῦ κόσμου τούτου, μωρία παρὰ τῷ Θεῷ ἐστιν. γέγραπται γάρ, ὁ δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν.
      20καὶ πάλιν, Κύριος γινώσκει τοὺς διαλογισμοὺς τῶν σοφῶν, ὅτι εἰσὶν μάταιοι.
      21ὥστε μηδεὶς καυχάσθω ἐν ἀνθρώποις; πάντα γὰρ ὑμῶν ἐστιν,
      22εἴτε Παῦλος, εἴτε Ἀπολλῶς, εἴτε Κηφᾶς, εἴτε κόσμος, εἴτε ζωὴ, εἴτε θάνατος, εἴτε ἐνεστῶτα, εἴτε μέλλοντα; πάντα ὑμῶν,
      23ὑμεῖς δὲ Χριστοῦ, Χριστὸς δὲ Θεοῦ.

      An open-licensed, lexically tagged, morphologically parsed critical Greek New Testament with full apparatus. It enables the global Church to have access to the original texts of the New Testament.

      © 2013-2025 WeDevote Bible
      隐私政策使用条款反馈捐赠
      圣经
      资源
      计划
      奉献