旧约
新约
- MtΚΑΤΑ ΜΑΤΘΑΙΟΝ
- McΚΑΤΑ ΜΑΡΚΟΝ
- LΚΑΤΑ ΛΟΥΚΑΝ
- JΚΑΤΑ ΙΩΑΝΝΗΝ
- ActΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ
- RΠΡΟΣ ΡΩΜΑΙΟΥΣ
- 1KΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Αʹ
- 2KΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Βʹ
- GΠΡΟΣ ΓΑΛΑΤΑΣ
- EΠΡΟΣ ΕΦΕΣΙΟΥΣ
- PhΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ
- KolΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ
- 1ThΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Αʹ
- 2ThΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Βʹ
- 1TΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Αʹ
- 2TΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Βʹ
- TtΠΡΟΣ ΤΙΤΟΝ
- PhmΠΡΟΣ ΦΙΛΗΜΟΝΑ
- HΠΡΟΣ ΕΒΡΑΙΟΥΣ
- JcΕΠΙΣΤΟΛΗ ΙΑΚΩΒΟΥ
- 1PΕΠΙΣΤΟΛΗ ΠΕΤΡΟΥ Αʹ
- 2PΕΠΙΣΤΟΛΗ ΠΕΤΡΟΥ Βʹ
- 1JΕΠΙΣΤΟΛΗ ΙΩΑΝΝΟΥ Αʹ
- 2JΕΠΙΣΤΟΛΗ ΙΩΑΝΝΟΥ Βʹ
- 3JΕΠΙΣΤΟΛΗ ΙΩΑΝΝΟΥ Γʹ
- JdΕΠΙΣΤΟΛΗ ΙΟΥΔΑ
- ApΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ
圣经版本
设置
显示节号
显示标题
显示脚注
逐节分段
1Ἐν δὲ ταῖς ἡμέραις ἐκείναις παραγίνεται Ἰωάννης ὁ βαπτιστὴς κηρύσσων ἐν τῇ ἐρήμῳ τῆς Ἰουδαίας
2[καὶ] λέγων· μετανοεῖτε· ἤγγικεν γὰρ ἡ βασιλεία τῶν οὐρανῶν.
3οὗτος γάρ ἐστιν ὁ ῥηθεὶς διὰ Ἠσαΐου τοῦ προφήτου λέγοντος·
φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ·
ἑτοιμάσατε τὴν ὁδὸν κυρίου,
εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ.
4αὐτὸς δὲ ὁ Ἰωάννης εἶχεν τὸ ἔνδυμα αὐτοῦ ἀπὸ τριχῶν καμήλου καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν αὐτοῦ, ἡ δὲ τροφὴ ἦν αὐτοῦ ἀκρίδες καὶ μέλι ἄγριον.
5Τότε ἐξεπορεύετο πρὸς αὐτὸν Ἱεροσόλυμα καὶ πᾶσα ἡ Ἰουδαία καὶ πᾶσα ἡ περίχωρος τοῦ Ἰορδάνου,
6καὶ ἐβαπτίζοντο ἐν τῷ Ἰορδάνῃ ποταμῷ ὑπ’ αὐτοῦ ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν.
7Ἰδὼν δὲ πολλοὺς τῶν Φαρισαίων καὶ Σαδδουκαίων ἐρχομένους ἐπὶ τὸ βάπτισμα αὐτοῦ εἶπεν αὐτοῖς· γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς;
8ποιήσατε οὖν καρπὸν ἄξιον τῆς μετανοίας
9καὶ μὴ δόξητε λέγειν ἐν ἑαυτοῖς· πατέρα ἔχομεν τὸν Ἀβραάμ. λέγω γὰρ ὑμῖν ὅτι δύναται ὁ θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ.
10ἤδη δὲ ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται· πᾶν οὖν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται.
11Ἐγὼ μὲν ὑμᾶς βαπτίζω ἐν ὕδατι εἰς μετάνοιαν, ὁ δὲ ὀπίσω μου ἐρχόμενος ἰσχυρότερός μού ἐστιν, οὗ οὐκ εἰμὶ ἱκανὸς τὰ ὑποδήματα βαστάσαι· αὐτὸς ὑμᾶς βαπτίσει ἐν πνεύματι ἁγίῳ καὶ πυρί·
12οὗ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ καὶ διακαθαριεῖ τὴν ἅλωνα αὐτοῦ καὶ συνάξει τὸν σῖτον αὐτοῦ εἰς τὴν ἀποθήκην, τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ.
13Τότε παραγίνεται ὁ Ἰησοῦς ἀπὸ τῆς Γαλιλαίας ἐπὶ τὸν Ἰορδάνην πρὸς τὸν Ἰωάννην τοῦ βαπτισθῆναι ὑπ’ αὐτοῦ.
14ὁ δὲ Ἰωάννης διεκώλυεν αὐτὸν λέγων· ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρός με;
15ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν πρὸς αὐτόν· ἄφες ἄρτι, οὕτως γὰρ πρέπον ἐστὶν ἡμῖν πληρῶσαι πᾶσαν δικαιοσύνην. τότε ἀφίησιν αὐτόν.
16βαπτισθεὶς δὲ ὁ Ἰησοῦς εὐθὺς ἀνέβη ἀπὸ τοῦ ὕδατος· καὶ ἰδοὺ ἠνεῴχθησαν [αὐτῷ] οἱ οὐρανοί, καὶ εἶδεν [τὸ] πνεῦμα [τοῦ] θεοῦ καταβαῖνον ὡσεὶ περιστερὰν [καὶ] ἐρχόμενον ἐπ’ αὐτόν·
17καὶ ἰδοὺ φωνὴ ἐκ τῶν οὐρανῶν λέγουσα· οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα.
Nestle-Aland, Novum Testamentum Graece, 28th Revised Edition, edited by Barbara and Kurt Aland, Johannes Karavidopoulos, Carlo M. Martini, and Bruce M. Metzger in cooperation with the Institute for New Testament Textual Research, Münster/Westphalia, © 2012 Deutsche Bibelgesellschaft, Stuttgart. Used by permission.