1πρωΐας δὲ γενομένης, συμβούλιον ἔλαβον πάντες οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ κατὰ τοῦ Ἰησοῦ, ὥστε θανατῶσαι αὐτόν;
2καὶ δήσαντες αὐτὸν ἀπήγαγον καὶ παρέδωκαν Πειλάτῳ τῷ ἡγεμόνι.
3τότε ἰδὼν Ἰούδας ὁ παραδιδοὺς αὐτὸν ὅτι κατεκρίθη, μεταμεληθεὶς ἔστρεψεν τὰ τριάκοντα ἀργύρια τοῖς ἀρχιερεῦσιν καὶ πρεσβυτέροις
4λέγων, ἥμαρτον παραδοὺς αἷμα ἀθῷον. οἱ δὲ εἶπον, τί πρὸς ἡμᾶς? σὺ ὄψῃ.
5καὶ ῥίψας τὰ ἀργύρια εἰς τὸν ναὸν, ἀνεχώρησεν καὶ ἀπελθὼν ἀπήγξατο.
6οἱ δὲ ἀρχιερεῖς λαβόντες τὰ ἀργύρια εἶπον, οὐκ ἔξεστιν βαλεῖν αὐτὰ εἰς τὸν κορβανᾶν, ἐπεὶ τιμὴ αἵματός ἐστιν.
7συμβούλιον δὲ λαβόντες, ἠγόρασαν ἐξ αὐτῶν τὸν Ἀγρὸν τοῦ Κεραμέως, εἰς ταφὴν τοῖς ξένοις.
8διὸ ἐκλήθη ὁ ἀγρὸς ἐκεῖνος, Ἀγρὸς Αἵματος ἕως τῆς σήμερον.
9τότε ἐπληρώθη τὸ ῥηθὲν διὰ Ἰερεμίου τοῦ προφήτου λέγοντος, καὶ ἔλαβον τὰ τριάκοντα ἀργύρια, τὴν τιμὴν τοῦ τετιμημένου, ὃν ἐτιμήσαντο ἀπὸ υἱῶν Ἰσραήλ,
10καὶ ἔδωκαν αὐτὰ εἰς τὸν Ἀγρὸν τοῦ Κεραμέως, καθὰ συνέταξέν μοι Κύριος.
11ὁ δὲ Ἰησοῦς ἐστάθη ἔμπροσθεν τοῦ ἡγεμόνος; καὶ ἐπηρώτησεν αὐτὸν ὁ ἡγεμὼν λέγων, σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων? ὁ δὲ Ἰησοῦς ἔφη, αὐτῷ σὺ λέγεις.
12καὶ ἐν τῷ κατηγορεῖσθαι αὐτὸν ὑπὸ τῶν ἀρχιερέων καὶ τῶν πρεσβυτέρων, οὐδὲν ἀπεκρίνατο.
13τότε λέγει αὐτῷ ὁ Πειλᾶτος, οὐκ ἀκούεις πόσα σου καταμαρτυροῦσιν?
14καὶ οὐκ ἀπεκρίθη αὐτῷ πρὸς οὐδὲ ἓν ῥῆμα, ὥστε θαυμάζειν τὸν ἡγεμόνα λίαν.
15κατὰ δὲ ἑορτὴν, εἰώθει ὁ ἡγεμὼν ἀπολύειν ἕνα τῷ ὄχλῳ δέσμιον, ὃν ἤθελον.
16εἶχον δὲ τότε δέσμιον ἐπίσημον, λεγόμενον Βαραββᾶν.
17συνηγμένων οὖν αὐτῶν, εἶπεν αὐτοῖς ὁ Πειλᾶτος, τίνα θέλετε ἀπολύσω ὑμῖν, Βαραββᾶν ἢ Ἰησοῦν, τὸν λεγόμενον Χριστόν?
18ᾔδει γὰρ ὅτι διὰ φθόνον παρέδωκαν αὐτόν.
19καθημένου δὲ αὐτοῦ ἐπὶ τοῦ βήματος, ἀπέστειλεν πρὸς αὐτὸν ἡ γυνὴ αὐτοῦ λέγουσα, μηδὲν σοὶ καὶ τῷ δικαίῳ ἐκείνῳ, πολλὰ γὰρ ἔπαθον σήμερον κατ’ ὄναρ δι’ αὐτόν.
20οἱ δὲ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι ἔπεισαν τοὺς ὄχλους, ἵνα αἰτήσωνται τὸν Βαραββᾶν, τὸν δὲ Ἰησοῦν ἀπολέσωσιν.
21ἀποκριθεὶς δὲ ὁ ἡγεμὼν εἶπεν αὐτοῖς, τίνα θέλετε ἀπὸ τῶν δύο, ἀπολύσω ὑμῖν? οἱ δὲ εἶπον, τὸν Βαραββᾶν.
22λέγει αὐτοῖς ὁ Πειλᾶτος, τί οὖν ποιήσω Ἰησοῦν, τὸν λεγόμενον Χριστόν? λέγουσιν πάντες, σταυρωθήτω.
23ὁ δὲ ἔφη, τί γὰρ κακὸν ἐποίησεν? οἱ δὲ περισσῶς ἔκραζον λέγοντες, σταυρωθήτω.
24ἰδὼν δὲ ὁ Πειλᾶτος ὅτι οὐδὲν ὠφελεῖ, ἀλλὰ μᾶλλον θόρυβος γίνεται, λαβὼν ὕδωρ, ἀπενίψατο τὰς χεῖρας ἀπέναντι τοῦ ὄχλου λέγων, ἀθῷός εἰμι ἀπὸ τοῦ αἵματος τούτου; ὑμεῖς ὄψεσθε.
25καὶ ἀποκριθεὶς πᾶς ὁ λαὸς εἶπεν, τὸ αἷμα αὐτοῦ ἐφ’ ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν.
26τότε ἀπέλυσεν αὐτοῖς τὸν Βαραββᾶν; τὸν δὲ Ἰησοῦν φραγελλώσας, παρέδωκεν ἵνα σταυρωθῇ.
27τότε οἱ στρατιῶται τοῦ ἡγεμόνος, παραλαβόντες τὸν Ἰησοῦν εἰς τὸ πραιτώριον, συνήγαγον ἐπ’ αὐτὸν ὅλην τὴν σπεῖραν.
28καὶ ἐκδύσαντες αὐτὸν, χλαμύδα κοκκίνην περιέθηκαν αὐτῷ;
29καὶ πλέξαντες στέφανον ἐξ ἀκανθῶν, ἐπέθηκαν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ; καὶ κάλαμον ἐν τῇ δεξιᾷ αὐτοῦ; καὶ γονυπετήσαντες ἔμπροσθεν αὐτοῦ, ἐνέπαιξαν αὐτῷ λέγοντες, χαῖρε, ὁ Βασιλεῦ τῶν Ἰουδαίων!
30καὶ ἐμπτύσαντες εἰς αὐτὸν, ἔλαβον τὸν κάλαμον, καὶ ἔτυπτον εἰς τὴν κεφαλὴν αὐτοῦ.
31καὶ ὅτε ἐνέπαιξαν αὐτῷ, ἐξέδυσαν αὐτὸν τὴν χλαμύδα καὶ ἐνέδυσαν αὐτὸν τὰ ἱμάτια αὐτοῦ; καὶ ἀπήγαγον αὐτὸν εἰς τὸ σταυρῶσαι.
32ἐξερχόμενοι δὲ, εὗρον ἄνθρωπον Κυρηναῖον, ὀνόματι Σίμωνα. τοῦτον ἠγγάρευσαν ἵνα ἄρῃ τὸν σταυρὸν αὐτοῦ.
33καὶ ἐλθόντες εἰς τόπον λεγόμενον Γολγοθᾶ, ὅ ἐστιν Κρανίου Τόπος λεγόμενος.
34ἔδωκαν αὐτῷ πιεῖν οἶνον μετὰ χολῆς μεμιγμένον; καὶ γευσάμενος, οὐκ ἠθέλησεν πιεῖν.
35σταυρώσαντες δὲ αὐτὸν, διεμερίσαντο τὰ ἱμάτια αὐτοῦ βάλλοντες κλῆρον,
36καὶ καθήμενοι ἐτήρουν αὐτὸν ἐκεῖ.
37καὶ ἐπέθηκαν ἐπάνω τῆς κεφαλῆς αὐτοῦ τὴν αἰτίαν αὐτοῦ γεγραμμένην, οὗτός ἐστιν Ἰησοῦς, ὁ Βασιλεὺς τῶν Ἰουδαίων.
38τότε σταυροῦνται σὺν αὐτῷ δύο λῃσταί, εἷς ἐκ δεξιῶν, καὶ εἷς ἐξ εὐωνύμων.
39οἱ δὲ παραπορευόμενοι ἐβλασφήμουν αὐτὸν, κινοῦντες τὰς κεφαλὰς αὐτῶν
40καὶ λέγοντες, ὁ καταλύων τὸν ναὸν καὶ ἐν τρισὶν ἡμέραις οἰκοδομῶν, σῶσον σεαυτόν, εἰ υἱὸς εἶ τοῦ Θεοῦ, καὶ κατάβηθι ἀπὸ τοῦ σταυροῦ!
41ὁμοίως καὶ οἱ ἀρχιερεῖς ἐμπαίζοντες μετὰ τῶν γραμματέων καὶ πρεσβυτέρων ἔλεγον,
42ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι. Βασιλεὺς Ἰσραήλ ἐστιν, καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ, καὶ πιστεύσομεν ἐπ’ αὐτόν.
43πέποιθεν ἐπὶ τὸν Θεόν, ῥυσάσθω νῦν εἰ θέλει αὐτόν. εἶπεν γὰρ, ὅτι Θεοῦ εἰμι Υἱός.
44τὸ δ’ αὐτὸ καὶ οἱ λῃσταὶ, οἱ συνσταυρωθέντες σὺν αὐτῷ, ὠνείδιζον αὐτόν.
45ἀπὸ δὲ ἕκτης ὥρας, σκότος ἐγένετο ἐπὶ πᾶσαν τὴν γῆν ἕως ὥρας ἐνάτης.
46περὶ δὲ τὴν ἐνάτην ὥραν, ἀνεβόησεν ὁ Ἰησοῦς φωνῇ μεγάλῃ λέγων, Ἐλωῒ, Ἐλωῒ, λεμὰ σαβαχθάνει? τοῦτ’ ἔστιν, Θεέ μου, Θεέ μου, ἵνα τί με ἐνκατέλιπες?
47τινὲς δὲ τῶν ἐκεῖ ἑστηκότων ἀκούσαντες ἔλεγον, ὅτι Ἠλείαν φωνεῖ οὗτος.
48καὶ εὐθέως δραμὼν εἷς ἐξ αὐτῶν καὶ λαβὼν σπόγγον, πλήσας τε ὄξους καὶ περιθεὶς καλάμῳ, ἐπότιζεν αὐτόν.
49οἱ δὲ λοιποὶ ἔλεγον, ἄφες; ἴδωμεν εἰ ἔρχεται Ἠλείας σώσων αὐτόν.
50ὁ δὲ Ἰησοῦς πάλιν κράξας φωνῇ μεγάλῃ, ἀφῆκεν τὸ πνεῦμα.
51καὶ ἰδοὺ, τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη εἰς δύο, ἀπ’ ἄνωθεν ἕως κάτω, καὶ ἡ γῆ ἐσείσθη, καὶ αἱ πέτραι ἐσχίσθησαν,
52καὶ τὰ μνημεῖα ἀνεῴχθησαν, καὶ πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων ἠγέρθη;
53καὶ ἐξελθόντες ἐκ τῶν μνημείων μετὰ τὴν ἔγερσιν αὐτοῦ, εἰσῆλθον εἰς τὴν ἁγίαν πόλιν καὶ ἐνεφανίσθησαν πολλοῖς.
54ὁ δὲ ἑκατόνταρχος καὶ οἱ μετ’ αὐτοῦ τηροῦντες τὸν Ἰησοῦν, ἰδόντες τὸν σεισμὸν καὶ τὰ γενόμενα, ἐφοβήθησαν σφόδρα λέγοντες, ἀληθῶς Θεοῦ Υἱὸς ἦν οὗτος.
55ἦσαν δὲ ἐκεῖ γυναῖκες πολλαὶ ἀπὸ μακρόθεν θεωροῦσαι, αἵτινες ἠκολούθησαν τῷ Ἰησοῦ ἀπὸ τῆς Γαλιλαίας διακονοῦσαι αὐτῷ;
56ἐν αἷς ἦν Μαρία ἡ Μαγδαληνὴ, καὶ Μαρία ἡ τοῦ Ἰακώβου καὶ Ἰωσὴφ μήτηρ, καὶ ἡ μήτηρ τῶν υἱῶν Ζεβεδαίου.
57ὀψίας δὲ γενομένης, ἦλθεν ἄνθρωπος πλούσιος ἀπὸ Ἁριμαθαίας, τοὔνομα Ἰωσήφ, ὃς καὶ αὐτὸς ἐμαθητεύθη τῷ Ἰησοῦ.
58οὗτος προσελθὼν τῷ Πειλάτῳ, ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ. τότε ὁ Πειλᾶτος ἐκέλευσεν ἀποδοθῆναι.
59καὶ λαβὼν τὸ σῶμα, ὁ Ἰωσὴφ ἐνετύλιξεν αὐτὸ σινδόνι καθαρᾷ,
60καὶ ἔθηκεν αὐτὸ ἐν τῷ καινῷ αὐτοῦ μνημείῳ, ὃ ἐλατόμησεν ἐν τῇ πέτρᾳ; καὶ προσκυλίσας λίθον μέγαν τῇ θύρᾳ τοῦ μνημείου, ἀπῆλθεν.
61ἦν δὲ ἐκεῖ Μαριὰμ ἡ Μαγδαληνὴ καὶ ἡ ἄλλη Μαρία, καθήμεναι ἀπέναντι τοῦ τάφου.
62τῇ δὲ ἐπαύριον, ἥτις ἐστὶν μετὰ τὴν παρασκευήν, συνήχθησαν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι πρὸς Πειλᾶτον
63λέγοντες, κύριε, ἐμνήσθημεν ὅτι ἐκεῖνος ὁ πλάνος εἶπεν ἔτι ζῶν, μετὰ τρεῖς ἡμέρας ἐγείρομαι.
64κέλευσον οὖν ἀσφαλισθῆναι τὸν τάφον ἕως τῆς τρίτης ἡμέρας, μήποτε ἐλθόντες οἱ μαθηταὶ αὐτοῦ, κλέψωσιν αὐτὸν καὶ εἴπωσιν τῷ λαῷ, ἠγέρθη ἀπὸ τῶν νεκρῶν; καὶ ἔσται ἡ ἐσχάτη πλάνη χείρων τῆς πρώτης.
65ἔφη δὲ αὐτοῖς ὁ Πειλᾶτος, ἔχετε κουστωδίαν, ὑπάγετε ἀσφαλίσασθε ὡς οἴδατε.
66οἱ δὲ πορευθέντες ἠσφαλίσαντο τὸν τάφον, σφραγίσαντες τὸν λίθον μετὰ τῆς κουστωδίας.
An open-licensed, lexically tagged, morphologically parsed critical Greek New Testament with full apparatus. It enables the global Church to have access to the original texts of the New Testament.